Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.183.3 | Hdt. 4.184.3 (English) | >>Hdt. 4.186.1 |
4.184.1 ἀπὸ δὲ Γαραμάντων διʼ ἀλλέων δέκα ἡμερέων ὁδοῦ ἄλλος ἁλός τε κολωνὸς καὶ ὕδωρ , καὶ ἄνθρωποι περὶ αὐτὸν οἰκέουσι τοῖσι οὔνομα ἐστὶ Ἀτάραντες , οἳ ἀνώνυμοι εἰσὶ μοῦνοι ἀνθρώπων τῶν ἡμεῖς ἴδμεν · ἁλέσι μὲν γάρ σφι ἐστὶ Ἀτάραντες οὔνομα , ἑνὶ δὲ ἑκάστῳ αὐτῶν οὔνομα οὐδὲν κέεται .
4.184.2 οὗτοι τῷ ἡλίῳ ὑπερβάλλοντι καταρῶνται καὶ πρὸς τούτοισι πάντα τὰ αἰσχρὰ λοιδορέονται , ὅτι σφέας καίων ἐπιτρίβει , αὐτούς τε τοὺς ἀνθρώπους καὶ τὴν χώρην αὐτῶν .
4.184.3 μετὰ δὲ διʼ ἀλλέων δέκα ἡμερέων ἄλλος κολωνὸς ἁλὸς καὶ ὕδωρ , καὶ ἄνθρωποι περὶ αὐτὸν οἰκέουσι . ἔχεται δὲ τοῦ ἁλὸς Τούτου ὄρος τῷ οὔνομα ἐστὶ Ἄτλας , ἔστι δὲ στεινὸν καὶ κυκλοτερὲς πάντη , ὑψηλὸν δὲ οὕτω δή τι λέγεται ὡς τὰς κορυφὰς αὐτοῦ οὐκ οἶά τε εἶναι ἰδέσθαι . οὐδέκοτε γὰρ αὐτὰς ἀπολείπειν νέφεα οὔτε θέρεος οὔτε χειμῶνος . τοῦτο τὸν κίονα τοῦ οὐρανοῦ λέγουσι οἱ ἐπιχώριοι εἶναι .
4.184.4 ἐπὶ τούτου τοῦ ὄρεος οἱ ἄνθρωποι οὗτοι ἐπώνυμοι ἐγένοντο · καλέονται γὰρ δὴ Ἄτλαντες . λέγονται δὲ οὔτε ἔμψυχον οὐδὲν σιτέεσθαι οὔτε ἐνύπνια ὁρᾶν .
ch. 185
4.185.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.183.3 | Hdt. 4.184.3 (English) | >>Hdt. 4.186.1 |